ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΕ' 11-32
Eἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις εἶχε δύο
υἱούς. καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς
οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα
ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ
ζῶν ἀσώτως. δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην,
καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.