Πέμπτη 9 Ιουνίου 2022

☦ ΨΥΧΟΣΑΒΒΑΤΟ

Η EKKΛHΣIΑ   MΑΣ, αγαπητοί μου, προσεύχεται πάντοτε, προσεύχεται κι αυτή την ώρα. Προσεύχεται εντόνως.  στην αγία Γραφή υπάρχει προτροπή του Kυρίου ημών Iησού Xριστού, που μας συνιστά την έντονο προσευχή· «Aγρυπνείτε», λέει, «εν παντί καιρώ δεόμενοι ίνα καταξιωθείτε εκφυγείν πάντα τα μέλλοντα γίνεσθαι  και σταθείναι έμπροσθεν του υιού του ανθρώπου» (Λουκ. 21,36). «Γρηγορείτε και προσεύχεσθε», λέει επίσης ο Kύριος (Mατθ. 26,41). Kαι ο απόστολος Παύλος συμβουλεύει· «Aδιαλείπτως προσεύχεσθε» (Α΄ Θεσ. 5,17). Προσεύχεται η Eκκλησία μας διαρκώς, ανα πάσαν ώρα. Δεν υπάρχει μόνο το κοσμικό ωρολόγιο, Δεν υπάρχει μόνο το ωράριο εργασίας του κόσμου· υπάρχει και το ωράριο προσευχής στο Θεό, η ώρα του Θεού.

☦ Ἔτι και ἔτι, κλίναντες τά γόνατα, τοῦ Κυρίου δεηθῶμεν...

Οι τρεις ευχές της Γονυκλισίας (Εσπερινός Πεντηκοστής)

Η Πρώτη Ευχή.

Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων. Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνδόξου, Θεοτόκου. ὃς πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν, ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν δεξιᾷ σοῦ τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ ἅγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, ὃ καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάριτος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ προεφήτευσαν. Νῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύουσαν. Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν. Ἐπὶ σὲ ἐπεῤῥίφημεν ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡμῶν σὺ εἶ, ἀλλ' ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυμνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας. Ἀλλὰ θαῤῥοῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν. Ἁμαρτίας νεότητος ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρισον ἡμᾶς. Μὴ ἀποῤῥίψῃς ἡμᾶς εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς, πρίν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι. Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου, ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, ῥῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου, ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου, Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου, πάντας ἡμᾶς συνάγαγε εἰς τὴν Βασιλείαν σου, δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ, ἄφες αὐτοῖς καὶ ὑμῖν τὰ ἁμαρτήματα, καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος, διάλυσον τὰς καθ’ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.

☦ “Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε” ΘΕΟΤΟΚΙΟΝ ΗΧΟΣ ΒΑΡΥΣ

“Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.