Σάββατο 29 Οκτωβρίου 2022

☦ ΠΑΣΑ ΠΝΟΗ ΚΑΙ ΔΎΟ ΣΤΙΧΗΡΑ ΑΙΝΩΝ ΤΟΥ Γ’ ΗΧΟΥ

Δεῦτε πάντα τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

☦ ΔΎΟ ΣΤΙΧΗΡΑ ΤΟΥ Γ’ ΗΧΟΥ

Ἐκ βαθέων ἐκέκραξα σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα Ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

☦ Θεοτοκίον Ἦχος γ'

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ  ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

☦ Εάν εσύ σιωπάς για τον εαυτό σου, ο Θεός θα φωνάξει για σένα (Καύχησις και αυτοέπαινος)

Αγίου Δημητρίου του Ροστώφ

Ζητάς με πάθος και μανία τον έπαινο, την αναγνώριση και τη δόξα των ανθρώπων.

Έκτος από τον Θεό, τον πάντων ποιητή, κανείς άλλος δεν είναι άξιος επαίνου και δόξης, «Μη καυχάσθω ο φρόνιμος εν τη φρονήσει αυτού. και μη καυχάσθω ο δυνατός εν τη δυνάμει αυτού, και μη καυχάσθω ο πλούσιος εν τω πλούτω αυτού, αλλ‘ εν τουτω καυχάσθω ο καυχώμενος. συνιεΐν και γινώσκειν τον Κύριον και ποιείν κρίμα και δικαιοσύνην εν μέσω της γης» (Α’ Βασιλ. 2. 10).

☦ ΝΑ ΛΕΜΕ ΟΛΟΙ ΑΥΤΗ ΤΗΝ ΕΥΧΗ ΠΡΟΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΓΙΑ ΤΗΝ ΑΠΟΤΡΟΠΗ ΚΑΘΕ ΚΑΚΟΥ.

Υπεραγία Θεοτόκε Παρθένε, σκέπε με, και διαφύλαττε τον δούλο σου από παντός κακού ψυχής τε και σώματος, και από παντός εχθρού ορατού και αοράτου.

Χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά σου. Ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλιάς σου, ότι Σωτήρα έτεκες των ψυχών ημών.