Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ ᾧ ὄνομα ᾽Ιάειρος, (καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε), καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾽Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. ᾽Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον
αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις εἰς ἰατροὺς προσαναλώσασα
ὅλον τὸν βίον, οὐκ ἴσχυσεν ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν, ἥψατο
τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ
εἶπεν ὁ ᾽Ιησοῦς΄ Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ
μετ’αὐτοῦ΄ ᾽Επιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, Τίς ὁ
ἁψάμενός μου; Ὁ δὲ ᾽Ιησοῦς εἶπεν, Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν
ἀπ᾽ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι᾽
ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ, ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
Ὁ δὲ εἶπεν αὐτῇ΄ Θυγάτηρ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. ῎Ετι αὐτοῦ
λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ΄ Ὅτι τέθνηκεν ἡ θυγάτηρ
σου΄ μὴ σκύλλε τὸν Διδάσκαλον. Ὁ δὲ ᾽Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λἐγων΄ Μὴ φοβοῦ,
μόνον πίστευε, καὶ σωθήσεται. Εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα,
εἰ μὴ Πέτρον καὶ ᾽Ιάκωβον καὶ Ἰωάννην καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν΄ Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ
καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας,
καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων΄ ῾Η παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ
πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα΄ καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν
οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.