Κυριακή 25 Οκτωβρίου 2020

☦ Πάσα Πνοή και Αναστάσιμα Στιχηρά γ’ ήχου

Δεῦτε πάντα τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει, ἐλέησον ἡμᾶς.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον, ἐλέησον ἡμᾶς.