Παρασκευή 30 Απριλίου 2021

☦ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ ΤΟΥ ΚΥΡΙΟΥ

Κατά Ματθαίου Εὐαγγελίου (κεφ. ε' στίχοι 1-12).

«Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ.

Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Προσκυνῶ σου τὰ παθήματα, δοξολογῶ καὶ τὴν ἀνάστασιν, σὺν τῷ Ἀδὰμ καὶ τῷ λῃστῇ, μετὰ φωνῆς ἀναβοῶ σοι λαμπρᾶς·

Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ἐσταυρώθης ἀναμάρτητε, καὶ ἐν μνημείῳ κατετέθης ἑκών, ἀλλ’ ἐξανέστης ὡς Θεός, συνεγείρας ἑαυτῷ τὸν Ἀδάμ.

Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλεία σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τὸν ναόν σου τὸν τοῦ σώματος, τῇ τριημέρῳ ἀναστήσας ταφῇ, σὺν τῷ Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ἐξανέστησας Χριστὲ ὁ Θεός.

Μνήσθητί μου κράζοντας, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Μυροφόροι ἦλθον κλαίουσαι, ἐπὶ τὸ μνῆμά σου Χριστὲ ὁ Θεός, λίαν πρωΐ, καὶ ἐν λευκοῖς, εὗρον Ἄγγελον καθήμενον, Τί ζητεῖτε; κράζοντα, ἐξανέστη Χριστός, μὴ θρηνεῖτε λοιπόν.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Οἱ Ἀπόστολοί σου Κύριε, ἐπὶ τὸ ὄρος, οὗ ἐτάξω αὐτοῖς, παραγενόμενοι Σωτήρ, σὲ ἰδόντες προσεκύνησαν, οὓς καὶ ἐξαπέστειλας, εἰς τὰ ἔθνη διδάσκειν, καὶ βαπτίζειν αὐτούς.

Δόξα… 

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς. 

Καὶ νῦν… Θεοτοκίον 

Τὴν Μητέρα σου προσάγει σοι, ἱκεσίαν ὁ λαός σου Χριστέ· ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σε δοξάζωμεν, τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα.»