Δευτέρα 3 Μαΐου 2021

☦«Χαίρων, ὁ ἱερός Γαβριήλ…»

Χαίρων, ὁ ἱερὸς Γαβριήλ, καὶ καθυπείκων τῇ σεπτῇ ἐμφανείᾳ Σου, κατήλθεν ἀπὸ τοῦ ὄρους, καὶ ἐν θαλάσσῃ ἁγνή, ἴχνεσιν ἀβρόχοις εἰσπεπόρευται, καὶ πίστει ἀνέλαβε, τὴν ἁγίαν Εἰκόνα Σου, τῶν οἰκτιρμῶν Σου, γλυκασμὸν ἀποστάζουσαν, καὶ βραβεύουσαν, ἀληθῆ ἀγαλλίασιν· ὅθεν αὐτὴν δεξάμενοι, ὡς θείαν Σου ἔλευσιν, ἐν τῇ Μονῇ τῶν Ἰβήρων, πανευλαβῶς ἐναπέθεντο, ὑμνοῦντες αἰνοῦντες, Πορταΐτισσα Παρθένε, τὰ μεγαλεῖά Σου.