Δευτέρα 17 Ιανουαρίου 2022

☦ ΑΠΟΣΤΙΧΑ ΑΓΙΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΙ ΚΥΡΙΛΛΟΥ

Χαίροις Ἱεραρχῶν ἡ Δυάς, τῆς Ἐκκλησίας τὰ

μεγάλα προπύργια, οἱ Στύλοι τῆς εὐσεβείας, ὁ τῶν

πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις.

Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι,

καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες· οἱ τῆς

χάριτος, διαπρύσιοι κήρυκες· νόμους οἱ

προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι· οἱ ὁδηγοὶ

πρὸς τὰ ἄνω· τοῦ Παραδείσου αἱ εἴσοδοι. Χριστὸν

καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα

ἔλεος.

 

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ

μελέτη τῆς καρδίας μου σύνεσιν.

 

Χαίροις Ἱεραρχῶν ἡ Δυάς, οὐρανοβάμονες

ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία, ἡ τῶν

ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ

Διδάσκαλοι· τοῦ Λόγου οἱ πρόμαχοι, ἰατροὶ

ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ

σώματος· οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος,

λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἅπαν

πρόσωπον· οἱ θεολόγοι, αἱ βάσεις, οἱ ὑψηγόροι οἱ

ἔνθεοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν

αἰτεῖσθε τὸ μέγα ἔλεος.

 

Στίχ. Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται

δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

 

Χαίροις ἡ ἱερὰ Ξυνωρίς, τοῦ ἐπιγείου

στερεώματος Ἥλιος, ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ

Τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις·

τὰ ἄνθη τὰ εὔοσμα, τοῦ Παραδείσου τὰ κάλλιστα·

ὄντως ὁ Μέγας, καὶ σοφὸς Ἀθανάσιος, θεῖος

Κύριλλος· τὰ πυξία τοῦ Πνεύματος· πλάκες αἱ

θεοχάρακτοι, μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας

τὸ γάλα· τὸ τῆς σοφίας ἀγλάϊσμα. Χριστὸν

δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα

ἔλεος.