Δευτέρα 17 Ιανουαρίου 2022

☦ «Ποίαν ἐπὶ σοῖ, παιδίον, προσηγορίαν εὕρω ἁρμόζουσαν;..."

«Ποίαν ἐπὶ σοῖ, παιδίον, προσηγορίαν εὕρω ἁρμόζουσαν;

Ἀνθρώπου; ἀλλὰ θεϊκὴν ἔσχες τὴν σύλληψιν.

Θεοῦ; ἀλλὰ ἀνθρωπίνην ἔλαβες σάρκωσιν.

Τί οὒν ἐπὶ σὲ διαπράξωμαι; Γαλακτοτροφήσω ἢ θεολογήσω;

Ὡς μήτηρ θεραπεύσω, ἢ ὡς δούλη προσκυνήσω;

Ὡς υἱὸν περιπτύξωμαι, ἢ ὡς Θεῶ προσεύξωμαι;

Ἐπιδώσω γάλα, ἢ προσενέγκω θυμίαμα;

Τί τὸ ἄρρητον τοῦτο θαῦμα τὸ μέγιστον!...»

(Βασιλείου Σελευκείας)