Δευτέρα 11 Ιουλίου 2022

☦ “Χαίροις ὁ τῶν Φαράσων βλαστός”

Εἰς τὸν στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις τῶν Φαράσων βλαστός, Ἁγίου Ὄρους ποταμὸς ἀείῤῥοος, φοῖνιξ τῆς εὐσεβείας, τῆς Σουρωτῆς τροφός, τῶν ἐνασκουμένων τὸ ὑπόδειγμα, Σινᾶ τὸ καλλώπισμα, καὶ Κονίτσης ἔφορος, πάσης Ἑλλάδος, ὑπέρλαμπρος ἥλιος, νεότητος, φροντιστὴς καὶ ἐπίκουρος· ἄνθρωπος ἐπουράνιοςκαὶ ἔνσαρκος ἄγγελος, ὁ ἰατρὸς τῶν νοσούντων, καὶ ἀλγουμένων ἀνάπαυσις, Παΐσιε πάτερ, Ἐκκλησίας νέον ἄστρον, τὸ πολυθαύμαστον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίροις ὁ ἐν ἐσχάτοις καιροῖς, φανεὶς τοῖς πᾶσι, βοηθὸς ἑτοιμότατος, τῶν παίδων Ἀθωνιάδος, ὑπογραμμὸς βιοτῆς, καὶ τῆς εὐσεβείας κῆρυξ ἄριστος, πασχόντων τὸ κούφισμα, ἀτακτούντων διόρθωσις, τῶν ἐν ἀνάγκαις, ταχινὴ ὑποστήριξις, τῶν ἐν θλίψεσι, χαρμονὴ ἀναφαίρετος· πλάτος εὐρυχωρότατον, πιστῶν θεοπρόβλητε, τῶν ἐν φοβίαις τελούντων, καὶ ψυχικαῖς καταστάσεσι, Παΐσιε πάτερ, τῶν ὁσίων ἡ προσθήκη, καὶ ἀκροθίνιον.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἔχων ἐν τοῖς ἐσχάτοις καιροῖς, τῆς διοράσεως τὸ χάρισμα ὅσιε, κατέστης τῶν ἱερέων, καὶ εὐσεβούντων πιστῶς, ἀσκητῶν καὶ ἄλλων ὁ διδάσκαλος· ἐλέγχων γὰρ ἄριστα, τοῦ νοὸς τὰ νοήματα, τὰ κεκρυμμένα, τῆς ψυχῆς ἀῤῥωστήματα, ἐθεράπευες, θεοφόρε Παΐσιε. Ὅθεν εἰς πᾶσαν ἔδραμε, τὴν γῆν τὸ σὸν ὄνομα, καὶ διὰ τοῦτο αἰτοῦνται, τὴν σὴν βοήθειαν ἅπαντες, καὶ τὴν θεραπείαν, τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἀειμακάριστε.