“Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ
τῶν Ἀγγέλων Ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσου καὶ δεινῶν
ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε
Ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτί, τῆς τοῦ
Δεσπότου δόξης καταλαμπόμενος· αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ
Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.”