Εἰς τὸν στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ τῶν Φαράσων βλαστός, Ἁγίου Ὄρους ποταμὸς ὁ ἀείῤῥοος, ὁ φοῖνιξ τῆς εὐσεβείας, τῆς Σουρωτῆς ὁ τροφός, τῶν ἐνασκουμένων τὸ ὑπόδειγμα, Σινᾶ τὸ καλλώπισμα, καὶ Κονίτσης ὁ ἔφορος, πάσης Ἑλλάδος, ὁ ὑπέρλαμπρος ἥλιος, ὁ νεότητος, φροντιστὴς καὶ ἐπίκουρος· ἄνθρωπος ἐπουράνιος, καὶ ἔνσαρκος ἄγγελος, ὁ ἰατρὸς τῶν νοσούντων, καὶ ἀλγουμένων ἀνάπαυσις, Παΐσιε πάτερ, Ἐκκλησίας νέον ἄστρον, τὸ πολυθαύμαστον.