Σάββατο 25 Φεβρουαρίου 2023

☦ Θεοτοκίον Παρασκευή της Τυρινής

Ἦχος πλ. δ'  «Ὢ τοῦ παραδόξου θαύματος»

«Ὢ τοῦ παραδόξου θαύματος Χαῖρε ἁγνείας κειμήλιον, χαῖρε ἀΰλου φωτός, καθαρὸν ἐνδιαίτημα, χαῖρε τὸ κεφάλαιον, τῆς ἡμῶν σωτηρίας τε, τῶν Ἀποστόλων, χαῖρε τὸ κήρυγμα, καὶ τῶν, Μαρτύρων, χαῖρε τὸ καύχημα, χαῖρε τὸ πλήρωμα, Προφητῶν Πανάμωμε, καὶ Ἀσκητῶν, Μοναστῶν ἀγλάϊσμα, καὶ σωτηρία πιστῶν.»