Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὁ τῇ φύσει ἀθάνατος, πῶς ἐν ξύλῳ κρέμαται; πῶς θανάτου νῦν γεύεται; πῶς κατακρίνεται ὁ ἀνεύθυνος; Κρῦψον τὸ φῶς σου, καὶ φρῖξον ἥλιε, βλέπων τὸ τόλμημα, ἡ Παρθένος ἔλεγεν ἐν τῷ Σταυρῷ, βλέπουσα κρεμάμενον, Χριστὸν ὃν ἔτεκε.