Δευτέρα 17 Απριλίου 2023

☦ Το Δοξαστικό των Αίνων της Πορταϊτίσσης ΗΧΟΣ Α’ «ΘΕΟΤΟΚΕ ΑΕΙΠΑΡΘΕΝΕ»

«Θεοτόκε ἀειπάρθενε, θαυμαστὰ τὰ Σὰ πάντα πέλει, ἀληθῶς καὶ ἀκατάληπτα· ὁ γὰρ τῶν θαυμασίων Θεός, μεγαλεῖα ἐν Σοὶ ἐποίησε, σαρκωθῆναι ἐκ Σοῦ, εὐδοκήσας ὑπὲρ λόγον· ὅθεν θαυμαστῶς ἡμῶν προνοουμένη, μεγάλα τε καὶ ἔνδοξα, ποικίλοις τρόποις κατεργάζῃ, εἰς περιποίησιν ἡμῶν καὶ σωτηρίαν. Ἀλλ’ ὦ Πορταΐτισσα ὑπερένδοξε, δίδου ἡμῖν ἀεί, τὴν Σὴν βοήθειαν, καὶ σκέπε ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος.»