☦ “Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρός ἑσπέραν ἤδη ἡ ἡμέρα…”
☦ "Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ·"
Κυριακή 15 Οκτωβρίου 2017
Το Ευαγγέλιο της Κυριακής 15 Οκτωβρίου 2017 (τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου)
ΚΑΤΑ ΛΟΥΚΑΝ Η' 5-15
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ
σπεῖραι τὸν σπόρον αὐτοῦ. Kαὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν,
καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν
ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν
μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν
εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ᾿Επηρώτων δὲ
αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη. O δὲ εἶπεν· ὑμῖν
δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν
παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν.
Εγγραφή σε:
Αναρτήσεις (Atom)