Οι τρεις ευχές της Γονυκλισίας (Εσπερινός Πεντηκοστής)
Η Πρώτη Ευχή.
Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων. Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνδόξου, Θεοτόκου. ὃς πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν, ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν δεξιᾷ σοῦ τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ ἅγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, ὃ καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάριτος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ προεφήτευσαν. Νῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύουσαν. Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν. Ἐπὶ σὲ ἐπεῤῥίφημεν ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡμῶν σὺ εἶ, ἀλλ' ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυμνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας. Ἀλλὰ θαῤῥοῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν. Ἁμαρτίας νεότητος ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρισον ἡμᾶς. Μὴ ἀποῤῥίψῃς ἡμᾶς εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς, πρίν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι. Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου, ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, ῥῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου, ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου, Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου, πάντας ἡμᾶς συνάγαγε εἰς τὴν Βασιλείαν σου, δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ, ἄφες αὐτοῖς καὶ ὑμῖν τὰ ἁμαρτήματα, καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος, διάλυσον τὰς καθ’ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.