Ἄγγελοι ἀοράτως, τὴν σεπτήν Σου Εἰκόνα, ἀεὶ ἐν εὐλαβείᾳ
κυκλοῦσιν· ἡμεῖς δὲ ὁρατῶς πρὸς αὐτήν, μετὰ δέους προσερχόμενοι Πορταΐτισσα,
ὑμνοῦμέν Σου τὰ θαύματα, καὶ πόθῳ Σοι βοῶμεν ταῦτα·
Χαῖρε, δι’ ἧς μονασταὶ σκιρτῶσι· χαῖρε, δι’ ἧς δυσμενεῖς
σιγῶσι.
Χαῖρε, παραδόξως ἡμῖν ἡ εἰσπλεύσασα· χαῖρε, πᾶσαν δόσιν
πιστοῖς ἡ παρέχουσα,
Χαῖρε, Κόρη Πορταΐτισσα, τῶν Ἰβήρων τῆς Μονῆς· χαῖρε, πρύτανις καὶ ἔφορος, Ἄθωνος ἡ εὐκλεής.