ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΓ´ 10-17
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. Καὶ
ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ
μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. Ιδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ
εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας·
καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. Αποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος,
ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσὶν
ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ
τοῦ σαββάτου. Απεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν·