“Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρός ἑσπέραν ἤδη ἡ ἡμέρα…”

☦ Ἀπολυτίκιον Ἀναστάσιμον, Ἦχος πλ. α’“Τὸν συνάναρχον Λόγον”

Κυριακή 30 Ιουλίου 2017

Το Ευαγγέλιο της Κυριακής 30 Ιουλίου 2017 († H’ ΜΑΤΘΑΙΟΥ)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 14-22
Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐ­θερά­πευσε τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης προσῆλθον αὐ­τῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔ­ρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵ­να ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.