“Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρός ἑσπέραν ἤδη ἡ ἡμέρα…”

☦ Ἀπολυτίκιον Ἀναστάσιμον, Ἦχος πλ. α’“Τὸν συνάναρχον Λόγον”

Σάββατο 9 Μαρτίου 2024

☦ “Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε” ΘΕΟΤΟΚΙΟΝ ΗΧΟΣ ΒΑΡΥΣ

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.”

☦ "Μοιάζει με χάρτη αλλά στην πραγματικότητα είναι φυλακτό…."

"Με φυλάει από την απόγνωση. Όταν τα πράγματα ζορίζουν, τον απλώνω σε ένα τραπέζι και τον κοιτάζω. Διαβάζω τα τοπωνύμια, θυμάμαι τους ανθρώπους εκεί. Και λεω στον εαυτό μου: "Κάνε υπομονή, θα τελειώσουν οι υποχρεώσεις, άλλα 20 χρονάκια και θα τα αφήσεις όλα πίσω. Όλο και κάποιο κελί θα βρεθεί σ αυτό το άγιο μέρος να σου δώσει καταφύγιο". Καλή δύναμη σε όλους."

Kostas Onisenko

☦ ΕΥΧΗ ΑΠΟ ΓΕΡΟΝΤΑ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ

☦ «Μνήσθητι Κύριε ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσιν δοῦναι τὴν ἀνάπαυσιν»

 

☦ “Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας....."

“Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.”