Χαίροις εὐλογημένη
ἁγνή, Γοργοϋπήκοε, Παντάνασσα, Δέσποινα, Πανάχραντε, Ἐλεοῦσα, Φανερωμένη σεμνή,
Κεχαριτωμένη Πορταΐτισσα, σεπτὴ Ὁδηγήτρια, Προυσιώτισσα ἄφθορε, Γλυκοφιλοῦσα,
Σπηλαιώτισσα πάνσεμνε, Διασώζουσα Θεοτόκε πανάσπιλε, ἄχραντε Παναγία μου, τοῦ Ὄρους
Γερόντισσα καὶ τῆς Ἑλλάδος ἀπάσης ἐλπίς, χαρὰ καὶ ἐντρύφημα· Χριστὸν ἐκδυσώπει
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Χαίροις ὦ Θεομῆτορ
ἁγνή, Ἐλευθερώτρια, ἀμόλυντε Δέσποινα, Πανάχραντε Γρηγοροῦσα, Καλυβιανὴ Ἱερά,
Κεχαριτωμένη Ἀθηνιώτισσα, Σεπτὴ Μυροβλύτισσα, Ἁγιασώτισσα ἄφθορε, Μεγαλομάτα,
Ἁγίας Ἄννης τὸ βλάστημα, Ἀγγελόκτιστε, Θεοτόκε Χρυσοπηγή, Ἄχραντε
Μυρτιδιώτισσα, τοῦ Ὄρους προστάτιδα, καὶ τῆς Ἑλλάδος ἁπάσης, κλέος χαρὰ καὶ
ἀπαύγασμα· Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.









