Σήμερα τὸ ἀπόγευμα, ὅπως καὶ τὴν ἑπομένη
Παρασκευή (θὰ διαβαστοῦν ὁλόκληροι οἱ Χαιρετισμοὶ), θὰ τελεσθεῖ στοὺς
Ἱεροὺς Ναοὺς ὁ Ἀκάθιστος Ὕμνος τῆς
Θεοτόκου.
ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ
Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε
Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι
προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας·
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως·
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς
συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν
καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως·
χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων·
χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.