“Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρός ἑσπέραν ἤδη ἡ ἡμέρα…”

☦ "Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ·"

Πέμπτη 9 Ιουλίου 2020

☦ Τα Στιχηρά Προσόμοια των Αίνων του Όρθρου της Αγίας Ευφημίας

Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι’ ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος, Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμω, τὸ μέγα ἔλεος.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι’ ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος, Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμω, τὸ μέγα ἔλεος.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Δεῦτε τῆς Ἀθλοφόρου Χριστοῦ, μετ’ ἐγκωμίων τελουμένην πανήγυριν, ὁρῶντες συνευφρανθῶμεν, πνευματικῶς ἐν χαρᾷ, καὶ πανευφροσύνως ἑορτάσωμεν, αὐτὴ γὰρ κατέβαλε, τὸ ἀγέρωχον φρόνημα, τῶν τυραννούντων, τῇ δυνάμει τοῦ Πνεύματος, ὅθεν ἤρατο, κατ’ αὐτῶν μέγα τρόπαιον, Ταύτην γοῦν εὐφημήσωμεν, εὐφήμοις ἐν ᾄσμασι, τήν καλλιπάρθενον κόρην, τῆς εὐφημίας φερώνυμον, Χριστὸν δυσωποῦντες, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὅρους παραλαβοῦσα σεμνή, ἔνδον τοῦ τάφου, εὐσεβῶν κακοδόξων τε, κατεῖχες ἐν ταῖς χερσί σου, ὃν οἱ Πατέρες καλῶς, ἄνωθεν πνευσθέντες συνεξέθεντο, τὸν δὲ κατεπάτησας, ὡς ψευδῆ καὶ ἀντίθεον, τῶν κακοδόξων, οὓς εἰς τέλος κατῄσχυνας, ὅθεν ἅπαντες, εὐσεβῶς εὐφημοῦμέν σε, χαίροντες ἐν τῇ μνήμῃ σου, οὓς μάρτυς ὁ πρόεδρος, ὁ Ἱερὸς Βυζαντίων, ἐπισυνήγαγε σήμερον, διὸ τὸν Σωτῆρα, ἐκδυσώπησον δοθῆναι, τὸ μέγα ἔλεος.