Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων καὶ διαμένων εἰς τοὺς αἰῶνας,
ὁ τοσοῦτον ὑπερβάλλων τῇ εὐσπλαγχνίᾳ, ὅσον καὶ τῷ τῆς δυνάμεως ἀπεριλήπτῳ, ὁ διὰ
τοὺς ἀνεκδιηγήτους σου οἰκτιρμοὺς κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ τὴν γῆν καὶ διὰ
τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν ἐνανθρωπίσας, ὁ τὴν ἡμετέραν ἀπαθανατίσας ἣν προσελάβου
φύσιν καὶ μετ᾽ αὐτῆς ἀνελθὼν ὅθεν καὶ κατῆλθες, ὡς ἂν ἐξ οὐρανῶν ὑπακούῃς ἵλεως
τῶν ἐν συντετριμμένῃ καρδίᾳ βοώντων πρὸς σέ. Αὐτός, Δέσποτα τῶν ἁπάντων, κλῖνον
τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν τῶν ἀναξίων δούλων σου, τῶν ἐμφραττομένων τὸ στόμα
διὰ τὸ τῆς συνειδήσεως αὐτοκατάκριτον, τολμώντων δὲ ὅμως τὴν δέησιν.
Ἶσμεν γὰρ ἀναξίως
πολιτευθέντες τῆς σῆς ὑπὲρ ὑμῶν μέχρις ἡμῶν ἀπορρήτου κενώσεως καὶ τῶν μεγάλων ἔργων
καὶ λόγων καὶ παθημάτων καὶ τῆς μέχρις ᾅδου συγκαταβάσεως καὶ τῆς ὑπερδεδοξασμένης
ἐπανελεύσεως· ἀλλ᾽ οἴδαμέν σου καὶ τὴν ἀήττητον φιλανθρωπίαν καὶ τὴν ἀδαπάνητον
ἀγαθότητα· διὸ καὶ προσρίπτομεν ἑαυτοὺς εἰς τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν καὶ ὁμολογοῦμεν
τὴν δεσποτείαν, εἰ καὶ τῶν σῶν ἀλλοτριούμεθα προσταγμάτων διὰ τὸ πλῆθος τῶν πλημμελημάτων
ἡμῶν· καὶ δεόμεθά σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν, μηδ᾽ ἀπορρίψῃς ἡμᾶς
ἀπὸ τοῦ προσώπου σου, μηδὲ παραδῷς ἡμᾶς τοῖς καθ’ ἡμῶν μαινομένοις. Ἐπίβλεψον ἐφ᾽
ἡμᾶς εὐσπλάγχνῳ σου ὄμματι. Ἔπιδε συμπαθῶς ἐπὶ τὴν ἡμετέραν ταπείνωσιν καὶ δεῖξον
ἀνωτέρους τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ τῶν ἐπικειμένων καὶ προσδοκωμένων
δεινῶν. Ἔνθες ἡμῖν δύναμιν ἐξ ὕψους· περιτείχισον ἡμᾶς τῇ σῇ παντοδυνάμῳ δεξιᾷ·
φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου· κατοχύρωσον τῇ πρὸς ἀλλήλους ἀγάπῃ·
καὶ εἰρήνην ἀστασίαστον δώρησαι. Πρὸ δὲ πάντων καὶ ἐπὶ πᾶσι τὸν σὸν φόβον καὶ τὴν
σὴν ἀγάπην ἐν ἡμῖν στήριξον, ἵνα καὶ ἐφ’ ἡμᾶς δοξασθῇ τὸ ὄνομά σου τὸ ἅγιον· ὅτι
μόνῳ σοι κατελείφθημεν, καὶ πρὸς σὲ μόνον βλέπομεν, καὶ ἐπὶ σοὶ μόνῳ πάσας τὰς ἐλπίδας
ἔχομεν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμῆν.
τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν
Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ