«Ποίαν ἐπὶ σοῖ, παιδίον, προσηγορίαν εὕρω ἁρμόζουσαν;
Ἀνθρώπου; ἀλλὰ θεϊκὴν ἔσχες τὴν σύλληψιν.
Θεοῦ; ἀλλὰ ἀνθρωπίνην ἔλαβες σάρκωσιν.
Τί οὒν ἐπὶ σὲ διαπράξωμαι; Γαλακτοτροφήσω ἢ θεολογήσω;
Ὡς μήτηρ θεραπεύσω, ἢ ὡς δούλη προσκυνήσω;
Ὡς υἱὸν περιπτύξωμαι, ἢ ὡς Θεῶ προσεύξωμαι;
Ἐπιδώσω γάλα, ἢ προσενέγκω θυμίαμα;
Τί τὸ ἄρρητον τοῦτο θαῦμα τὸ μέγιστον!...»
(Βασιλείου Σελευκείας)