“Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρός ἑσπέραν ἤδη ἡ ἡμέρα…”

☦ "Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ·"

Σάββατο 26 Μαρτίου 2022

☦ Προσόμοια του Εσπερινού της Σταυροπροσκυνήσεως

Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν.

Λάμψον ὁ τοῦ Κυρίου Σταυρός, τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος, καρδίας τῶν σὲ τιμώντων καὶ θεολήπτῳ στοργῇ, περιπτυσσομένων κοσμοπόθητε· δι' οὗ τῶν δακρύων, ἐξηφανίσθη κατήφεια, καὶ τοῦ θανάτου, τῶν παγίδων ἐῤῥύσθημεν, καὶ πρὸς ἄληκτον, εὐφροσύνην μετήλθομεν· δεῖξον τῆς ὡραιότητος τῆς σῆς τὴν εὐπρέπειαν, τὰς ἀντιδόσεις παρέχων τῆς ἐγκρατείας τοῖς δούλοις σου, πιστῶς αἰτουμένοις, σὴν πλουσίαν προστασίαν, καὶ μέγα ἔλεος.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος, τὸ ξύλον τῆς ἀφθαρσίας τὸ ἐξανθῆσαν ἡμῖν, αἰωνίου δόξης τὴν ἀπόλαυσιν, δι' οὗ τῶν δαιμόνων ἀποδιώκονται φάλαγγες, καὶ τῶν Ἀγγέλων συνευφραίνονται τάγματα, καὶ συστήματα τῶν πιστῶν ἑορτάζουσιν, ὅπλον ἀκαταγώνιστον, κραταίωμα ἄῤῥηκτον, τῶν Βασιλέων τὸ νῖκος, τῶν Ἱερέων τὸ καύχημα, Χριστοῦ νῦν τὰ πάθη, καὶ ἡμῖν δίδου προφθάσαι, καὶ τὴν Ἀνάστασιν.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα, δι' οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ κατήργηται, καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν ἀπὸ γῆς πρὸς οὐράνια, ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δεῦρο τῶν Πρωτοπλάστων δυὰς ἡ τῆς χορείας ἐκπεσοῦσα τῆς ἄνωθεν, τῷ φθόνῳ τοῦ βροτοκτόνου διὰ πικρᾶς ἡδονῆς, τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως· ἰδοὺ τὸ πανσέβαστον ὄντως Ξύλον προσέρχεται· ᾧ προσδραμόντες, ἐν χαρᾷ περιπτύξασθε καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως. Σὺ ἡμῶν ἡ ἀντίληψις Σταυρὲ πανσεβάσμιε, οὗ τοῦ καρποῦ μετασχόντες τῆς ἀφθαρσίας ἐτύχομεν· Ἐδὲμ τὴν προτέραν κομισάμενοι βεβαίαν καὶ μέγα ἔλεος.