Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. ᾿Ιδὼν δὲ τὸν ᾿Ιησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, ᾿Ιησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. Παρήγγειλε
γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις
συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων
τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. ᾿Επηρώτησε δὲ αὐτὸν ὁ
᾿Ιησοῦς λέγων· Τί σοί ἐστιν ὄνομα;
Ο δὲ εἶπε· Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ῏Ην δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ᾿Εξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. ᾿Ιδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ᾿Εξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν ᾿Ιησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ, καὶ ἐφοβήθησαν. ᾿Απήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. ᾿Εδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· ῾Υπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς.

Απόδοση σε απλή γλώσσα
Εκεῖνο τὸν καιρό, καθὼς ἔφτασε ὁ ᾿Ιησοῦς στὴν περιοχὴ τῶν Γαδαρηνῶν, τὸν συνάντησε κάποιος ἄνδρας ἀπὸ τὴν πόλη, ποὺ εἶχε μέσα του δαιμόνια ἀπὸ πολὺν καιρό. Ροῦχο δὲν ντυνόταν οὔτε ἔμενε σὲ σπίτι, ἀλλὰ ζοῦσε
στὰ μνήματα.
῞Οταν εἶδε τὸν ᾿Ιησοῦ, ἔβγαλε μιὰ κραυγή,
ἔπεσε στὰ πόδια του καὶ τοῦ εἶπε μὲ δυνατὴ φωνή· «Τί δουλειὰ ἔχεις ἐσὺ μ’ ἐμένα
᾿Ιησοῦ, Υἱὲ τοῦ ὕψιστου Θεοῦ; Σὲ παρακαλῶ μὴ μὲ βασανίσεις». Αὐτὰ τὰ εἶπε,
γιατὶ ὁ ᾿Ιησοῦς εἶχε διατάξει τὸ δαιμονικὸ πνεῦμα νὰ βγεῖ ἀπὸ τὸν ἄνθρωπο.
᾿Απὸ πολλὰ χρόνια τὸν εἶχε στὴν ἐξουσία
του, καὶ γιὰ νὰ τὸν συγκρατήσουν τὸν ἔδεναν μὲ ἁλυσίδες καὶ τοῦ ἔβαζαν στὰ
πόδια σιδερένια δεσμά. ᾿Εκεῖνος ὅμως ἔσπαζε τὰ δεσμά, καὶ τὸ δαιμόνιο τὸν
ὁδηγοῦσε στὶς ἐρημιές. ῾
Ο ᾿Ιησοῦς τὸν ρώτησε· «Ποιὸ εἶναι τὸ
ὄνομά σου;» ᾿Εκεῖνος ἀπάντησε· «Λεγεών»· γιατὶ εἶχαν μπεῖ μέσα του πολλὰ
δαιμόνια. Τὰ δαιμόνια, λοιπόν, τὸν παρακαλοῦσαν νὰ μὴν τὰ διατάξει νὰ πᾶνε στὴν
ἄβυσσο.
᾿Εκεῖ κοντὰ ἦταν ἕνα κοπάδι ἀπὸ πολλοὺς
χοίρους ποὺ ἔβοσκαν στὸ βουνό, καὶ τὰ δαιμόνια παρακαλοῦσαν τὸν ᾿Ιησοῦ νὰ τοὺς
ἐπιτρέψει νὰ μποῦν στοὺς χοίρους, καὶ τοὺς τὸ ἐπέτρεψε.
Βγῆκαν, λοιπόν, ἀπὸ τὸν ἄνθρωπο καὶ
μπῆκαν στοὺς χοίρους. Τότε τὸ κοπάδι ὅρμησε πρὸς τὸν γκρεμὸ καὶ πνίγηκε στὴ
λίμνη. Μόλις οἱ βοσκοὶ εἶδαν τί ἔγινε, ἔφυγαν καὶ τὸ εἶπαν στὴν πόλη καὶ στὴν
ὕπαιθρο. Βγῆκαν οἱ ἄνθρωποι νὰ δοῦν τί ἔγινε καὶ ἦρθαν κοντὰ στὸν ᾿Ιησοῦ.
Βρῆκαν τὸν ἄνθρωπο ἀπὸ τὸν ὁποῖο βγῆκαν
τὰ δαιμόνια νὰ κάθεται δίπλα στὸν ᾿Ιησοῦ, νὰ φοράει ροῦχα καὶ νὰ φέρεται
λογικά, καὶ φοβήθηκαν.
῞Οσοι εἶχαν δεῖ τί εἶχε γίνει, τοὺς εἶπαν
γιὰ τὸ πῶς ὁ δαιμονισμένος σώθηκε. Τότε ὅλο τὸ πλῆθος ἀπὸ τὴν περιοχὴ τῶν
Γαδάρων παρακαλοῦσαν τὸν ᾿Ιησοῦ νὰ φύγει ἀπὸ κοντά τους, γιατὶ τοὺς εἶχε πιάσει
μεγάλος φόβος.
᾿Εκεῖνος μπῆκε στὸ πλοιάριο γιὰ νὰ
γυρίσει πίσω. ῾Ο ἄνθρωπος ἀπὸ τὸν ὁποῖο εἶχαν βγεῖ τὰ δαιμόνια τὸν παρακαλοῦσε
νὰ τὸν πάρει μαζί του.
῾Ο ᾿Ιησοῦς ὅμως τοῦ εἶπε νὰ φύγει, μὲ τὰ
παρακάτω λόγια· «Γύρισε στὸ σπίτι σου καὶ διηγήσου ὅσα ἔκανε σ’ ἐσένα ὁ Θεός».
᾿Εκεῖνος ἔφυγε διαλαλώντας σ’ ὅλη τὴν πόλη ὅσα ἔκανε σ’ αὐτὸν ὁ ᾿Ιησοῦς.
https://www.askitikon.eu/agiologio/evangelia/3390/kyriakis-evdomados-louka-louk-i-27-39-9510/