☦ Η τῶν τιμίων σου λειψάνων θεία λάρναξ ἰάματα πηγάζει τοῖς πιστοῖς, χαριτώνυμε Ὅσιε, Πάτερ∙ καὶ ἡ ἁγία σου ψυχῆ Ἀγγέλοις συνοῦσα, ἀξίως ἐπαγάλλεται∙ ἔχων οὖν πρὸς Κύριον σοφὲ τὴν παρρησίαν, καὶ σὺν τοῖς Ὁσίοις χορεύων ἐν οὐρανοῖς, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.