Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις΄ ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Στέργειν
μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον
σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους
ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές
ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Δόξα Πατρὶ...
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Τύπους
ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,
Ὦ
Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,
Νέου
φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί
τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
Καὶ νῦν...
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Πόθου
τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ
χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν
ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς
ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Στέργειν
μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον
σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους
ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές
ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.