“Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρός ἑσπέραν ἤδη ἡ ἡμέρα…”

☦ "Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ·"

Κυριακή 11 Ιουνίου 2023

☦ Εὐχὴ εἰς τὴν Κυρίαν Θεοτόκο επὶ ἐνοχλήσει πονηρῶν λογισμῶν

Παναγία Δέσποινα μου Θεοτόκε, ἀποδίωξον ἀπ’ ἐμοῦ τοϋ ἁμαρτωλοῦ καί ἀναξίου δούλου σου τήν ἀκήδειαν, τήν λήθην, τήν ἄγνοιαν, τήν ἀμέλειαν, καί πάντας τούς πονηρούς λογισμούς, καί αἰσχρούς, καί βλασφήμους, ἀποσόβησον ἐκ τῆς ἀθλίας καί ταλαιπώρου μου καρδίας, καί ἐκ τῆς μεμολυσμένης μου ψυχῆς, καί τοῦ ἐσκοτισμένου μου νόος, καί κατάσβεσον μου τήν φλόγα τῶν παθῶν καί ἐλέησον με ἀπό τῶν ἐπερχομένων μοι πονηρῶν ἐνθυμήσεων καί προλήψεων, καί πασώντών κακῶν μου έλευθέρωσον πράξεων, τῶν ἔν νυκτί καί ἥμερα, ὂτι ὑπερευλογημένῃ ὑπάρχεις, καί τό ὄνομα Σου τό Ἄγιον δεδοξασμενον εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν